TLG 2322 003 :: ANTENOR :: Fragmentum

ANTENOR Hist.
(Creticus: a. A.D. 2)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 305.

Fr. 1

Citation: Fragment — (line)

t1

ΚΡΗΤΙΚΑ.

1

Aelianus H. An. XVII, 35: Ἐν λόγοις Κρητικοῖς Ἀντήνωρ λέγει τῇ τῶν καλουμένων Ῥαυκίων πόλει ἔκ τινος δαιμονίου προσβολῆς ἐπιφοιτῆσαι μελιττῶν σφῆ‐ νος, αἵπερ οὖν καλοῦνται χαλκοειδεῖς, ἐγχριπτούσας δὲ
5ἄρα αὐτὰς τὰ κέντρα εἶτα μέντοι πικρότατα λυπεῖν οὕσπερ οὖν. Ἐκείνους δὲ τὴν προσβολὴν οὐ φέροντας ἀναστῆναι τῆς πατρίδος, καὶ μέντοι καὶ εἰς χῶρον ἐλ‐ θεῖν ἄλλον, καὶ οἰκίσαι φιλίᾳ τῆς μητρίδος, ἵνα Κρη‐ τικῶς εἴπω, Ῥᾶκον ἐν αὐτῇ τῇ Κρήτῃ, εἰ καὶ τοῦ χω‐
10ρίου ὁ δαίμων ἤλαυνεν αὐτοὺς, ἀλλὰ γοῦν τελείως ἀποσπασθῆναι τοῦ ὀνόματος οὐχ ὑπομείναντας. Λέγει δὲ ὁ Ἀντήνωρ καὶ ἔτι κατὰ τὴν Ἴδην τὴν Κρῆσσαν ἐκείνου τοῦ γένους τῶν μελιττῶν εἶναι ἰνδάλματα, οὐ πολλὰ μὲν, εἶναι δ’ οὖν καὶ πι‐
15κρὰς ἐντυχεῖν, ὡς ἐκεῖναι ἦσαν.305